Προσευχὲς

Αἱ καθ´ Ἡμέραν Προσευχαὶ τοῦ
Ὀρθοδόξου Χριστιανού.

     Δὲν ἀναγράφονται, χάριν ἁπλότητας καὶ συντομίας, τὰ τοῦ Ἱερέως.

 

ΑΚΟΛΟΥΘΙΑ
ΤΗΣ ΠΡΟΟΙΜΙΑΚΗΣ ΠΡΟΣΕΥΧΗΣ

     Ἀπό τοῦ ὕπνου ἐγερθείς, μέτ´ εὐλαβείας καὶ φόβου Θεοῦ, λέγε:

     Δι´ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμῆν.
Συνέχεια ... ››

 

ΑΚΟΛΟΥΘΙΑ
ΤΟΥ ΚΑΘ´ ΗΜΕΡΑΝ ΜΕΣΟΝΥΚΤΙΚΟΥ

(Ἡ Πρωϊνή μας Προσευχὴ)

     Δι´ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμῆν.
Συνέχεια ... ››

 

ΠΡΟΣΕΥΧΕΣ ΤΗΣ ΤΡΑΠΕΖΗΣ

ΤΗΝ ΠΡΩΙΑΝ
Πρὸ τοῦ Ροφήματος,

     Εὐλογητὸς ὁ Θεός ἡμῶν, ὁ τρέφων ἡμᾶς ἐκ τῶν πλουσίων Αὐτοῦ δωρεῶν, πάντοτε· νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Συνέχεια ... ››

ΤΗΝ ΜΕΣΗΜΒΡΙΑΝ
Πρὸ τοὺ Γεύματος,

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου· ἐλθέτω ἡ Βασιλεία Σου· γενηθήτω τὸ θέλημά Σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δός ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ. Ἀμήν.
Συνέχεια ... ››

ΤΟ ΕΣΠΕΡΑΣ
Πρὸ τοὺ Δείπνου,

Φάγονται πένητες καὶ ἐμπλησθήσονται· καὶ αἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες Αὐτόν· ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. Ἀμήν.
Συνέχεια ... ››

 

ΑΚΟΛΟΥΘΙΑ
ΤΟΥ ΜΙΚΡΟΥ ΑΠΟΔΕΙΠΝΟΥ

(Ἡ βραδυνή μας Προσευχὴ)

     Δι´ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμῆν.
Συνέχεια ... ››

 

ΟΙ ΚΔ´ ΟΙΚΟΙ
ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

(Οἱ Χαιρετισμοί τῆς Παναγίας)

Ἀπολυτίκιον. Ἦχος πλ. δ´.

Τὸ προσταχθὲν μυστικῶς λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσήφ, σπουδῇ ἐπέστη, ὁ Ἀσώματος λέγων τῇ Ἀπειρογάμῳ· Ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανοὺς ἐν μήτρᾳ σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζων σοι· Χαῖρε, Νύμφη Ἀνύμφευτε.
Συνέχεια ... ››

 

ΠΑΣΧΑΛΙΟΣ
ΗΜΕΡΟΝΥΚΤΙΟΣ ΑΚΟΛΟΥΘΙΑ

     Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. (Τρίς).
Συνέχεια ... ››

·  ————  ·

 

Ἡ Νοερά Προσευχὴ

Κύριε, Ἰησού Χριστέ, Υἱὲ τοῦ Θεού, ἐλέησόν με τὸν ἁμαρτωλόν.

Εἰς τὸ Παράκλητον Πνεύμα

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπό πάσης κηλῖδος καὶ σῶσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.

Ἡ Κυριακὴ Προσευχὴ

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου· ἐλθέτω ἡ Βασιλεία Σου· γενηθήτω τὸ θέλημά Σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δός ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

Τὸ Σύμβολον τῆς Πίστεως

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα παντοκράτορα, ποιητήν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
     Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱόν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρός γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεόν ἀληθινόν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι´ οὗ τὰ πάντα ἐγένετο.
     Τὸν δι´ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα.
     Σταυρωθέντα τε ὑπέρ ἡμῶν ἐπί Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα.
     Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατά τὰς Γραφάς.
     Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανούς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.
     Καὶ πάλιν ἐρχόμενον μετά δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.
     Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν, τὸ ἐκ τοῦ Πατρός ἐκπορευόμενον, τὸ σὺν Πατρί καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν Προφητῶν.
     Εἰς Μίαν, Ἁγίαν, Καθολικήν καὶ Ἀποστολικήν Ἐκκλησίαν.
     Ὁμολογῶ ἕν Βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.
     Προσδοκῶ Ἀνάστασιν νεκρῶν.
     Καὶ ζωήν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.

Ἡ Ἀναστάσιμη Προσευχὴ

νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν Ἁγίαν σου Ἀνάστασιν, ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν· ἰδού γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι´ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν.

Εὐχὴ τοῦ Ὁσίου Ἐφραίμ

     Λέγεται κατὰ τὴν Μεγάλη Τεσσαρακοστῆ, ἡ εὐχή τοῦ Ὁσίου Ἐφραίμ μετά τριῶν Μετανοιῶν μεγάλων, ἀνά μίαν, κατά Στίχον:

Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργείας, φιλαρχίας, καὶ ἀργολογίας μὴ μοι δῷς.

     Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης χάρισαί μοι τῷ σῷ δούλῳ.

     Ναὶ, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμά πταίσματα καὶ μὴ κατακρίνειν τὸν ἀδελφὸν μου· ὅτι αὐλογητός εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

·  ————  ·

 

Download in Pdf version, 48KB.

English Edition ››

 

 

 

︿
Top

 

 

 

Ἁρχική Σελίς |Ἁγιολόγιον |Προσευχὲς |Νηστείες |Ψαλμοί |Ὕμνοι

 

© D.M. 2007