Προσευχές

ΑΚΟΛΟΥΘΙΑ
ΤΗΣ ΠΡΟΟΙΜΙΑΚΗΣ ΠΡΟΣΕΥΧΗΣ

     Ἀπό τοῦ ὕπνου ἐγερθείς, μέτ´ εὐλαβείας καὶ φόβου Θεοῦ, λέγε:

     Δι´ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμῆν.

     Δόξα σοι, ὁ Θεός ἡμῶν, δόξα σοι.

Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς ἀπό πάσης κηλῖδος καὶ σῶσον, Ἀγαθέ, τὰς ψυχὰς ἡμῶν.

     Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς)

     Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
     Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

     Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου· ἐλθέτω ἡ Βασιλεία Σου· γενηθήτω τὸ θέλημά Σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δός ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

     Δι´ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμῆν.

Καὶ τὰ παρόντα Τριαδικὰ τροπάρια.

Ἦχος α´.

ξεγερθέντες τοῦ ὕπνου, προσπίπτομέν Σοι, Ἀγαθέ, καὶ τῶν Ἀγγέλων τὸν ὕμνον βοῶμέν Σοι, Δυνατέ· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός· διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.

Δόξα...

Ἦχος β´.

Τῆς κλίνης καὶ τοῦ ὕπνου ἐξεγείρας με, Κύριε, τὸν νοῦν μου φώτισον, καὶ τὴν καρδίαν καὶ τὰ χείλη μου ἄνοιξον, εἰς τὸ ὑμνεῖν Σε, Ἁγία Τριάς· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός· διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.

Καὶ νῦν...

Ἦχος γ´.

θρόον ὁ Κριτὴς ἐπελεὺσεται, καὶ ἑκάστου αἱ πράξεις γυμνωθήσονται´ ἀλλὰ φόβῳ κράξωμεν ἐν τῷ μέσῳ τῆς νυκτός· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός· διὰ τῆς Θεοτόκου ἐλέησον ἡμᾶς.

Κύριε, ἐλέησον ιβ´ (12).

Εὐχή εὐχαριστήριος μεθ´ ἱκεσίας

κ τοῦ ὕπνου ἐξανιστάμενος, εὐχαριστῶ Σοι, Ἁγία Τριάς, ὅτι διὰ τὴν πολλήν Σου ἀγαθότητα, καὶ μακροθυμίαν, οὐκ ὠργίσθης ἐμοὶ τῷ ῥαθύμῳ καὶ ἁματωλῷ, οὐδὲ συναπώλεσάς με ταῖς ἀνομίαις μου, ἀλλ´ ἐφιλανθρωπεύσω συνήθως, καὶ πρὸς ἀπόγνωσιν κείμενον ἤγειράς με, εἰς τὸ ὀρθρίσαι καὶ δοξολογῆσαι τὸ κράτος Σου. Καὶ νῦν φώτισόν μου τὰ ὄμματα τῆς διανοίας, ἄνοιξόν μου τὸ στόμα, τοῦ μελετᾶν τὰ λόγιά Σου, καὶ συνιέναι τὰς ἐντολάς Σου, καὶ ποιεῖν τὸ θέλημά Σου, καὶ ψάλλειν Σοι ἐν ἐξομολογήσει καρδίας, καὶ ἀνυμνεῖν τὸ πανάγιον ὄνομά Σου, τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καῖ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχὴ ἑτέρα.

Δόξα Σοι, Βασιλεῦ, Θεὲ Παντοκράτορ, ὅτι τῇ θείᾳ Σου καὶ φιλανθρώπῳ προνοίᾳ ἠξίωσάς με τὸν ἁμαρτωλὸν καὶ ἀνάξιον ἐξ ὕπνου ἀναστῆναι καὶ τυχεῖν τῆς εἰσόδου τοῦ ἁγίου Σου οἴκου. Δέξαι, Κύριε, καὶ τὴν φωνὴν τῆς δεήσεώς μου, ὡς τῶν Ἁγίων καὶ νοερῶν Σου δυνάμεων· καὶ εὐδόκησον ἐν καρδίᾳ καθαρᾷ καὶ πνεύματι ταπεινώσεως, προσενεχθῆναί Σοι τὴν ἐκ τῶν ρυπαρῶν χειλέων μου αἴνεσιν· ὅπως κἀγὼ κοινωνὸς γένωμαι τῶν φρονίμων παρθένων, ἐν φαιδρᾷ λαμπηδόνι τῆς ψυχῆς μου, καὶ δοξάζω Σέ, τὸν ἐν Πατρὶ καὶ Πνεύματι δοξαζόμενον Θεὸν Λόγον. Ἀμήν.

 

ΑΚΟΛΟΥΘΙΑ
ΤΟΥ ΚΑΘ´ ΗΜΕΡΑΝ ΜΕΣΟΝΥΚΤΙΚΟΥ

(Ἡ Πρωϊνή μας Προσευχή)

Δι´ εὐχῶν...
Βασιλεῦ Οὐράνιε...
Τρισάγιον...

(Τὰ ἀνωτέρω παραλείπονται,
ἐφ´ ὅσον προηγήθη ἡ Προοιμιακή Προσευχή).

Κύριε, ἐλέησον ιβ´ (12).

Δόξα... Καὶ νῦν...

     Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ.
     Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ.
     Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Αὐτῷ Χριστῷ, τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμός Ν´ (50)

λέησόν με, ὁ Θεός, κατά τὸ μέγα ἔλεός σου, καὶ κατά τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
     Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου, καὶ ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με.
     Ὅτι τὴν ἀνομίαν μου ἐγώ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διά παντός.
     Σοί μόνῳ ἥμαρτον, καὶ τὸ πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε.
     Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου.
     Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
     Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι.
     Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
     Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
     Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
     Μὴ ἀπορρίψῃς με ἀπό τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ´ ἐμοῦ.
     Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονιῷ στήριξόν με.
     Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπί σὲ ἐπιστρέψουσι.
     Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου.
     Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου.
     Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
     Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει.
     Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.
     Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καὶ ὁλοκαυτώματα.
     Τότε ἀνοίσουσιν ἐπί τὸ θυσιαστήριόν σου μόσχους.

Δόξα... Καὶ νῦν...

Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα παντοκράτορα, ποιητήν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
     Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱόν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρός γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεόν ἀληθινόν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι´ οὗ τὰ πάντα ἐγένετο.
     Τὸν δι´ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα.
     Σταυρωθέντα τε ὑπέρ ἡμῶν ἐπί Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα.
     Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατά τὰς Γραφάς.
     Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανούς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός.
     Καὶ πάλιν ἐρχόμενον μετά δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.
     Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν, τὸ ἐκ τοῦ Πατρός ἐκπορευόμενον, τὸ σὺν Πατρί καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν Προφητῶν.
     Εἰς Μίαν, Ἁγίαν, Καθολικήν καὶ Ἀποστολικήν Ἐκκλησίαν.
     Ὁμολογῶ ἕν Βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν.
     Προσδοκῶ Ἀνάστασιν νεκρῶν.
     Καὶ ζωήν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.

Τρισάγιον...

Μετά, τὸ Ἀπολυτίκιον καὶ τὸ Κοντάκιον τῆς
ἡμέρας ἤ τὰ παρόντα Τροπάρια.

Ἦχος δ´.

δού ὁ Νυμφίος ἔρχεται ἐν τῷ μέσῳ τῆς νυκτός· καὶ μακάριος ὁ δοῦλος, ὅν εὑρήσει γρηγοροῦντα· ἀνάξιος δὲ πάλιν, ὅν εὑρήσει ρᾳθυμοῦντα. Βλέπε οὖν, ψυχή μου, μὴ τῷ ὕπνῳ κατενεχθῇς, ἵνα μὴ τῷ θανάτῳ παραδοθῆς, καὶ τῆς βασιλείας ἔξω κλεισθῆς· ἀλλ´ ἀνάνηψον κράζουσα· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός· διὰ τῆς Θεοτόκου ἐλεησον ἡμᾶς.

Δόξα Πατρί...

Τὴν Σοφίαν καὶ Λόγον.

Τὴν ἡμέραν ἐκείνην τὴν φοβεράν, ἐννοοῦσα, ψυχή μου, γρηγόρησον, ἀνάπτουσα λαμπάδα σου, ἐν ἐλαίῳ φαιδρύνουσα· οὐ γὰρ οἶδας πότε, πρὸς σὲ ἐπελεύσεται, ἡ φωνή ἡ λέγουσα· Ἰδού ὁ Νυμφίος σου. Βλέπε οὖν ψυχή μου, μὴ νυστάξης καὶ μείνης ἔξωθεν κρούουσα, ὡς αἱ πέντε Παρθένοι· ἀλλ´ ἀγρύπνως καρτέρησον, ἵνα ὑπαντήσης Χριστῷ τῷ Θεῷ, ἐν ἐλαίῳ πίονι· καὶ δῷη σοι τὸν νυμφῶνα, τὸν θεῖον τῆς δόξης Αὐτοῦ.

Καὶ νῦν...

Θεοτοκίον.

Σὲ τὸ ἀπόρθητον τεῖχος, τὸ τῆς σωτηρίας ὀχύρωμα, Θεοτόκε Παρθένε, ἰκετεύομεν· τὰς τῶν ἐναντίων βουλάς διασκέδασον· τοῦ λαοῦ Σου τὴν λύπην εἰς χαράν μετάβαλε· τὸν κόσμον Σου ἀνακάλεσον· τ οὺς εὐσεβεῖς κραταίωσον· ὑπέρ εἰρήνην τοῦ κόσμου πρέσβευε, ὅτι σὺ εἶ, Θεοτόκε, ἡ ἐλπίς ἡμῶν.

Κύριε, ἐλέησον μ´ (40).

Τὴν Εὐχὴν ταύτην.

ἐν παντί καιρῷ καὶ πάσῃ ὥρα, ἐν οὐρανῷ καὶ ἐπί γῆς προσκυνούμενος καὶ δοξαζόμενος, Χριστός ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν, καὶ τοὺς ἁμαρτωλούς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν, διὰ τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν· αὐτός, Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωήν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχάς ἡμῶν ἁγίασον· τὰ σώματα ἅγνισον· τοὺς λογισμούς διόρθωσον· τὰς ἐννοίας κάθαρον· καὶ ρῦσαι ἡμᾶς ἀπό πάσης θλίψεως, κακῶν, καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι, καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως, καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης· ὅτι εὐλογητός εἶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Κύριε, ἐλέησον γ´ (3).

Δόξα... Καὶ νῦν...

Τήν τιμιωτέραν τῶν Χερουβίμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνωμεν.

     Δι´ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμῆν.

     Στὴν περίοδον τῆς Μεγάλης Τεσσαρακοστῆς ἐνταῦθα παρεμβάλλεται ἡ εὐχή τοῦ Ὁσίου Ἐφραίμ μετά τριῶν Μετανοιῶν μεγάλων, ἀνά μίαν, κατά Στίχον:

Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργείας, φιλαρχίας, καὶ ἀργολογίας μὴ μοι δῷς.

     Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς καὶ ἀγάπης χάρισαί μοι τῷ σῷ δούλῳ.

     Ναὶ, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾶν τὰ ἐμά πταίσματα καὶ μὴ κατακρίνειν τὸν ἀδελφὸν μου· ὅτι εὐλογητός εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εὐχή τοῦ Ἁγίου Μαρδαρίου.

Δέσποτα Θεέ, Πάτερ Πάντοκράτορ, Κύριε Υἱέ μονογενές, Ἰησοῦ Χριστέ καὶ Ἅγιον Πνεῦμα, μὶα Θεότης, μὶα Δύναμις, ἐλέησόν με τὸν ἁμαρτωλόν· καὶ οἷς ἐπίστασαι κρίμασι, σῶσόν με τὸν ἀνάξιον δοῦλον Σου· ὅτι εὐλογητός εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

     Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ Βασιλεῖ ἡμῶν Θεῷ.
     Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ Βασιλεῖ ἡμῶν Θεῷ.
     Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ Βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμός ΠΚ´ (120)

ρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἥξει ἡ βοήθειά μου.
     Ἡ βοήθειά μου παρά Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανόν καὶ τὴν γῆν.
     Μὴ δὼης εἰς σάλον τὸν πόδα σου, μηδέ νυστάξει ὁ φυλάσσων σε.
     Ἰδού οὐ νυστάξει οὐδέ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ.
     Κύριος φυλάξοι σε, Κύριος σκέποι σοι ἐπί χεῖρα δεξιάν σου.
     Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδέ ἡ σελήνη τὴν νύκτα.
     Κύριος φυλάξοι σε ἀπό παντός κακοῦ, φυλάξοι τὴν ψυχήν σου ὁ Κύριος.
     Κύριος φυλάξοι τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου ἀπό τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

Ψαλμός ΡΛΓ´ (133)

δού δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι Κυρίου, οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.
     Ἐν ταῖς νυξίν ἐπάρατε τὰς χεῖρας ὑμῶν εἰς τὰ ἅγια καὶ εὐλογεῖτε τὸν Κύριον.
     Εὐλογήσαι σε Κύριος ἐκ Σιών ὁ ποιήσας τὸν οὐρανόν καὶ τὴν γῆν.

Δόξα... Καί νῦν... Τρισάγιον...

Καὶ τὰ Τροπάρια

Ἦχος δ´.

Μνήσθητι, Κύριε, ὡς ἀγαθός τῶν δούλων Σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον, συγχώρησον· οὐδείς γὰρ ἀναμάρτητος, εἰ μὴ Σὺ ὁ δυνάμενος καὶ τοῖς μεταστᾶσι δοῦναι τὴν ἀνάπαυσιν.

βάθει σοφίας φιλανθρώπως πάντα οἰκονομῶν, καὶ τὸ συμφέρον πᾶσιν ἀπονέμων, μόνε Δημιουργέ, ἀνάπαυσον, Κύριε, τὰς ψυχάς τῶν δούλων σου· ἐν Σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.

Δόξα...

Μετά τῶν Ἁγίων ἀνάπαυσον, Χριστέ, τὰς ψυχάς τῶν δούλων Σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλά ζωή ἀτελεύτητος.

Καὶ νῦν...

Θεοτοκίον.

Μακαρίζομέν Σε πᾶσαι αἱ γενεαί, Θεοτόκε Παρθένε· ἐν Σοί γὰρ ὁ ἀχώρητος Χριστός, ὁ Θεός ἡμῶν, χωρηθῆναι εὐδόκησε. Μακάριοί ἐσμεν καὶ ἡμεῖς προστασίαν Σε ἔχοντες· ἡμέρας γὰρ καὶ νυκτός πρεσβεύεις ὑπέρ ἡμῶν· καὶ τὰ σκῆπτρα τῆς Βασιλείας ταῖς Σαῖς ἱκεσίαις κρατύνονται. Διὸ ἀνυμνοῦντες βοῶμέν Σοι. Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετά Σοῦ.

Κύριε, ἐλέησον ιβ´ (ιβ).

Τὴν Εὐχὴν ταύτην.

Μνήσθητι, Κύριε, τῶν ἐπ’ ἐλπίδι ἀναστάσεως ζωῆς αἰωνίου κεκοιμημένων πατέρων καὶ ἀδελφῶν ἡμῶν καὶ πάντων τῶν ἐν εὐσεβεία καὶ πίστει τελειωθέντων, καὶ συγχώρησον αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καὶ ἀκούσιον, ἐν λόγῳ, ἤ ἔργῳ, ἤ κατά διάνοιαν πλημμεληθέν ὑπ’ αὐτῶν. Καὶ κατασκήνωσον αὐτούς ἐν τόποις φωτεινοῖς, ἐν τόποις χλοεροῖς, ἐν τόποις ἀναψύξεως, ἔνθα ἀπέδρα πᾶσα ὀδύνη, λύπη καὶ στεναγμός, ὅπου ἡ ἐπισκοπή τοῦ προσώπου Σου εὐφραίνει πάντας τοὺς ἀπ’ αἰῶνος Ἁγίους Σου. Χάρισαι αὐτοῖς καὶ ἡμῖν τὴν Βασιλείαν Σου καὶ τὴν μέθεξιν τῶν ἀφράστων καὶ αἰωνίων Σου ἀγαθῶν καὶ τῆς Σῆς ἀπεράντου καὶ μακαρίας ζωῆς τὴν ἀπόλαυσιν. Σὺ γὰρ εἶ ἡ ζωή, ἡ ἀνάστασις καὶ ἡ ἀνάπαυσις τῶν κεκοιμημένων δούλων Σου, Χριστέ ὁ Θεός ἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν, σὺν τῷ Ἀνάρχῳ Σου Πατρί, καὶ τῷ Παναγίῳ, καὶ Ἀγαθῷ, καὶ Ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

περένδοξε, ἀειπάρθενε, εὐλογημένη Θεοτόκε, προσάγαγε τὴν ἡμετέραν προσευχὴν τῷ Υἱῷ Σου καὶ Θεῷ ἡμῶν· καὶ αἴτησαι, ἵνα σῴσῃ διὰ Σοῦ τὰς ψυχὰς ἡμῶν.

ἐλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, σκέπη μου τὸ Πνεῦμα τὸ Ἅγιον, Τριὰς Ἁγία, δόξα Σοι.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ· φυλάξόν με ὑπὸ τὴν σκέπην Σου.

     Δι´ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε, Ἰησοῦ Χριστὲ ὁ Θεός ἡμῶν, ἐλέησον καὶ σῷσον ἡμᾶς. Ἀμήν.

·  ————  ·

 

Download in Pdf version, 93KB.

 

  Προηγούμενη Σελίς

 

︿
Top

 

 

 

Ἁρχική Σελίς |Ἁγιολόγιον |Προσευχές |Νηστείες |Ψαλμοί |Ὕμνοι

 

© D.M. 2007