Προσευχὲς

ΠΑΣΧΑΛΙΟΣ
ΗΜΕΡΟΝΥΚΤΙΟΣ ΑΚΟΛΟΥΘΙΑ

     Ἀπὸ τῆς ἡμέρας τῆς ἁγίας καὶ μεγάλης Κυριακῆς τοῦ Πάσχα καὶ καθ´ ὄλην τὴν Διακαινήσιμον ἑβδομάδα μέχρι τοῦ Ἑσπερινοῦ τοῦ Σαββάτου, καθώς καὶ ἀπὸ τοῦ Ἑσπερινοῦ τῆς Τρίτης, τῆς ἕκτης ἑβδομάδος ἀπὸ τοῦ Πάσχα (τοῦ Τυφλοῦ), μέχρι τοῦ Ἑσπερινοῦ τῆς Τετάρτης, ὅπου ἀποδίδεται ἡ ἑορτὴ τοῦ ἁγίου Πάσχα ἀντί· Μεσονυκτικοῦ, Ὡρῶν καὶ Ἀποδείπνου ἀναγινώσκεται ἡ ἑξῆς Ἀκολουθία.

     Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. (Τρίς).

νάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον Ἰησοῦν, τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν Ἁγίαν σου Ἀνάστασιν, ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σοῦ ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν· ἰδού γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι´ ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. (Τρίς).

Προλαβοῦσαι τὸν ὄρθρον αἱ περί Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον, ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου· Τὸν ἐν φωτί ἀϊδίῳ ὑπάρχοντα, μετά νεκρῶν τὶ ζητεῖτε ὡς ἄνθρωπον; Βλέπετε τὰ ἐντάφια σπάργανα· δράμετε καὶ τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τὸν θάνατον· ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τὸ γένος τῶν ἀνθρώπων.

Εἰ καὶ ἐν τάφῳ κατῆλθες, ἀθάνατε, ἀλλά τοῦ Ἅδου καθεῖλες τὴν δύναμιν· καὶ ἀνέστης ὡς νικητής, Χριστέ, ὁ Θεός, γυναιξὶ Μυροφόροις φθεγξάμενος, Χαίρετε· καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

ν τάφῳ σωματικῶς, ἐν Ἅδου δὲ μετὰ ψυχῆς, ὡς Θεός, ἐν Παραδείσῳ δὲ μετὰ λῃστοῦ, καὶ ἐν θρόνῳ ὑπῆρχες, Χριστέ, μετὰ Πατρὸς καὶ Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος.

     Δόξα Πατρί καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι.

ς ζωηφόρος, ὡς Παραδείσου ὡραιότερος, ὄντως καὶ παστάδος πάσης βασιλικῆς, ἀναδέδεικται λαμπρότερος, Χριστέ, ὁ τάφος σου, ἡ πηγὴ τῆς ἡμῶν ἀναστάσεως.

     Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον.

Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε, τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ, ἐν γυναιξὶν ὑπάρχεις, πανάμωμε Δέσποινα.

Κύριε, ἐλέησον μ´ (40).

Δόξα ... Καὶ νῦν ...

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

     Δι´ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

     Ἡ Ἀκολουθία αὐτή τρισσεύεται, δηλαδή λέγεται τρεῖς φορές. Στὴν Τρίτη κατακλείομεν μὲ τὸ «Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος» ἀντί τοῦ «Δι´ εὐχῶν ...».

·  ————  ·

 

  Download in Pdf version, 53KB.

 

  Προηγούμενη Σελίς

 

︿
Top

 

 

 

Ἁρχική Σελίς |Ἁγιολόγιον |Προσευχὲς |Νηστείες |Ψαλμοί |Ὕμνοι

 

© D.M. 2007