Προσευχές

ΠΡΟΣΕΥΧΕΣ ΤΗΣ ΤΡΑΠΕΖΗΣ

ΤΗΝ ΠΡΩΙΑΝ
Πρὸ τοῦ Ροφήματος,

     Εὐλογητὸς ὁ Θεός ἡμῶν, ὁ τρέφων ἡμᾶς ἐκ τῶν πλουσίων Αὐτοῦ δωρεῶν, πάντοτε· νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μετά τὸ Ρόφημα,
(ἐγειρόμενοι)

     Δι´ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΗΝ ΜΕΣΗΜΒΡΙΑΝ
Πρὸ τοὺ Γεύματος,

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά Σου· ἐλθέτω ἡ Βασιλεία Σου· γενηθήτω τὸ θέλημά Σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δός ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ. Ἀμήν.

     Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

     Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

     Δι´ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε, Ἰησοῦ Χριστὲ ὁ Θεός ἡμῶν, ἐλέησον καὶ σῷσον ἡμᾶς. Ἀμήν.

Μετά τὸ Γεύμα,

Εὐχαριστοῦμέν Σοι, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὅτι ἐνέπλησας ἡμᾶς τῶν ἐπιγείων Σου ἀγαθῶν· μὴ στερήσῃς ἡμᾶς καὶ τῆς αἰωνίου Σου Βασιλείας· ἀλλ´ ὡς ἐν μέσῳ τῶν Μαθητῶν Σου παραγένου Σωτήρ, τὴν εἰρήνην διδοὺς αὐτοῖς, ἐλθὲ καὶ μεθ´ ἡμῶν, καὶ σῶσον ἡμᾶς. Ἀμήν.

     Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

     Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

     Δι´ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε, Ἰησοῦ Χριστὲ ὁ Θεός ἡμῶν, ἐλέησον καὶ σῷσον ἡμᾶς. Ἀμήν.

ΤΟ ΕΣΠΕΡΑΣ
Πρὸ τοὺ Δείπνου,

Φάγονται πένητες καὶ ἐμπλησθήσονται· καὶ αἰνέσουσι Κύριον οἱ ἐκζητοῦντες Αὐτόν· ζήσονται αἱ καρδίαι αὐτῶν εἰς αἰῶνα αἰῶνος. Ἀμήν.

     Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

     Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

     Δι´ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε, Ἰησοῦ Χριστὲ ὁ Θεός ἡμῶν, ἐλέησον καὶ σῷσον ἡμᾶς. Ἀμήν.

Μετά τὸ Δείπνον,

Εὔφρανας ἡμᾶς, Κύριε, ἐν τοῖς ποιήμαςί Σου, καὶ ἐν τοῖς ἔργοις τῶν χειρῶν Σου ἠγαλλιασάμεθα. Ἐσημειώθη ἐφ´ ἡμᾶς τὸ φῶς τοῦ προσώπου Σου, Κύριε· ἔδωκας εὐφροσύνην εἰς τὰς καρδίας ἡμῶν. Ἀπὸ καρποῦ σίτου, οἴνου καὶ ἐλαίου αὐτῶν ἐνεπλήσθησεμ. Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθησόμεθα καὶ ὑπνώσωμεν· ὅτι Σύ, Κύριε, κατὰ μόνας ἐπ´ ἐλπίδι κατῷκησας ἡμᾶς. Ἀμήν.

     Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

     Κύριε, ἐλέησον. Κύριε, ἐλέησον. Κύριε, ἐλέησον.

     Δι´ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε, Ἰησοῦ Χριστὲ ὁ Θεός ἡμῶν, ἐλέησον καὶ σῷσον ἡμᾶς. Ἀμήν.

·  ————  ·

 

Download in Pdf version, 47KB.

 

  Προηγούμενη Σελίς

 

︿
Top

 

 

 

Ἁρχική Σελίς |Ἁγιολόγιον |Προσευχές |Νηστείες |Ψαλμοί |Ὕμνοι

 

© D.M. 2007